Herodotus, The Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Hdt.]. | ||
<<Hdt. 7.184.1 | Hdt. 7.184.5 (English) | >>Hdt. 7.186.1 |
7.184.3 προσθήσω δʼ ἔτι τούτῳ καὶ τῷ προτέρῳ ἀριθμῷ τοὺς ἐκ τῶν πεντηκοντέρων , ποιήσας , ὅ τι πλέον ἦν αὐτῶν ἢ ἔλασσον , ἀνʼ ὀγδώκοντα ἄνδρας ἐνεῖναι . συνελέχθη δὲ ταῦτα τὰ πλοῖα , ὡς καὶ πρότερον εἰρέθη , τρισχίλια . ἤδη ὦν ἄνδρες ἂν εἶεν ἐν αὐτοῖσι τέσσερες μυριάδες καὶ εἴκοσι .
7.184.4 τοῦτο μὲν δὴ τό ἐκ τῆς Ἀσίης ναυτικὸν ἦν , σύμπαν ἐὸν πεντήκοντα μυριάδες καὶ μία , χιλιάδες δὲ ἔπεισι ἐπὶ ταύτῃσι ἑπτὰ καὶ πρὸς ἑκατοντάδες ἓξ καὶ δεκάς . τοῦ δὲ πεζοῦ ἑβδομήκοντα καὶ ἑκατὸν μυριάδες ἐγένοντο , τῶν δὲ ἱππέων ὀκτὼ μυριάδες . προσθήσω δʼ ἔτι τούτοισι τὰς καμήλους τοὺς ἐλαύνοντας Ἀραβίους καὶ τοὺς τὰ ἅρματα Λίβυας , πλῆθος ποιήσας δισμυρίους ἄνδρας .
7.184.5 καὶ δὴ τό τε ἐκ τῶν νεῶν καὶ τοῦ πεζοῦ πλῆθος συντιθέμενον γίνεται διηκόσιαί τε μυριάδες καὶ τριήκοντα καὶ μία , καὶ πρὸς χιλιάδες ἑπτὰ καὶ ἑκατοντάδες ἓξ καὶ δεκάς . τοῦτο μὲν τὸ ἐξ αὐτῆς τῆς Ἀσίης στράτευμα ἐξαναχθὲν εἴρηται , ἄνευ τε τῆς θεραπηίης τῆς ἑπομένης καὶ τῶν σιταγωγῶν πλοίων καὶ ὅσοι ἐνέπλεον τούτοισι .
ch. 185
7.185.1
Herodotus, The Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Hdt.]. | ||
<<Hdt. 7.184.1 | Hdt. 7.184.5 (English) | >>Hdt. 7.186.1 |